
Δέσποτα Κύριε ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ τῆς φύσεως δημιουργὸς καὶ κυβερνήτης, ὁ φοβερὸς ἐν ταῖς βουλαῖς σου καὶ ἐν τοῖς κρίμασί σου ἀνεξιχνίαστος, ὁ πάντα σοφῶς οἰκονομῶν πρὸς τὸ συμφέρον ἡμῶν, ἐπάκουσον ἡμῶν τῶν ἀναξίων δούλων σου, καὶ ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τῆς πυρκαϊᾶς ἀπειλῆς.
Σπλαγχνίσθητι ἐφ᾿ ἡμᾶς Ἀγαθέ, καὶ μὴ διαφθείρῃς πυρὶ τὸν λαόν σου, μηδὲ διὰ τὰς ἀνομίας ἡμῶν συντρῖψῃς ἡμᾶς κλοιῷ τῆς φλογός· τοὺς δοκιμαζομένους αδελφούς ημων ἀνάρρυσαι, τὰς πόλεις καὶ τὰς χώρας διάσωσον, τὰς δὲ ψυχὰς τῶν τῷ πυρὶ τελειωθέντων ἐν σκηναῖς δικαίων ἀνάπαυσον. Οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς Σὲ ἐλπίζουσι, τὸν Σωτῆρα ἡμῶν.
Ὅτι σὺ εἶ ἡ τοῦ ἐλέους πηγὴ, καὶ τῆς εὐσπλαγχνίας τὸ ἀνεξάντλητον πέλαγος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ Ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
