Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ, σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας, Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν, οἱ τῶν Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτεται.
Σὺ γὰρ Θεὸς ὢν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ’ ἦλθες καὶ ἔσωσας ἡμᾶς.
Ευχή Ιερέα στον Μεγάλο Αγιασμό
Σχολιασμός
01: 2021-01-06 17:10:33
Σχόλιο στο Facebook: 10224784323223953_10224784339584362 Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸ ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν, τὰς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα.
02: 2021-01-06 17:18:17
Σχόλιο στο Facebook: 10224784323223953_10224784372745191 Κάθε πρωί αν είναι δυνατό είναι καλό να πίνουμε λίγο αγιασμό πριν φάμε ή πιούμε οτιδήποτε και να λέμε και μια ευχή… Προσωπικά μου αρέσει πολύ αυτή:
Αγίασὸν μου τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸν νοῦν καὶ τὴν καρδίαν, τοὺς νεφροὺς καὶ τὰ σπλάγχνα, καὶ ὅλον με ἀνακαίνισον καὶ ῥίζωσον τὸν φόβον σου ἐν τοῖς μέλεσί μου, καὶ τὸν ἁγιασμόν σου ἀνεξάλειπτον ἀπ᾿ ἐμοῦ ποίησον